TLG 1603 001 :: 〈PHINTYS〉 :: Fragmenta Fragmenta Citation: Page — (line) | ||
151(17t) | Περὶ γυναικὸς σωφροσύνας. | |
18 | Stob. 4.23.61 p. 588 He. (Mullach 2 p. 36) Φιντύος τᾶς Καλλικράτεος (= Kallikratidas? q.v.) θυγατρὸς Πυθαγορείας ἐκ τοῦ Περὶ γυναικὸς σωφροσύ‐ | |
---|---|---|
20 | νας. Τὸ μὲν ὅλον ἀγαθὰν δεῖ ἦμεν καὶ κοσμίαν· ἄνευ γὰρ ἀρετᾶς οὐδέποκα | |
γένοιτό τις τοιαύτα. ἑκάστα γὰρ ἀρετὰ περὶ ἕκαστον γινομένα τὸ | 151 | |
152 | αὐτᾶς δεκτικὸν ἀποδίδωτι σπουδαῖον· ἁ μὲν τῶν ὀπτίλων τὼς ὀπτίλως, ἁ δὲ τᾶς ἀκοᾶς τὰν ἀκοάν, καὶ ἁ μὲν ἵππω τὸν ἵππον, ἁ δ’ ἀνδρὸς τὸν ἄνδρα· οὕτω δὲ καὶ 〈ἁ〉 γυναικὸς τὰν γυναῖκα. γυναικὸς δὲ μάλιστα ἀρετὰ σωφροσύνα· διὰ γὰρ ταύτας τὸν ἴδιον ἄνδρα καὶ τιμῆν καὶ ἀγαπῆν | |
5 | δυνασεῖται. πολλοὶ μὲν ἴσως δοξάζοντι ὅτι οὐκ εὐάρμοστον γυναικὶ φιλοσοφεῖν, ὥσπερ οὐδ’ ἱππεύεν οὐδὲ δαμαγορέν· ἐγὼ δὲ τὰ μέν τινα νομίζω ἀνδρὸς ἦμεν ἴδια, τὰ δὲ γυναικός, τὰ δὲ κοινὰ ἀνδρὸς καὶ γυναικός, τὰ δὲ μᾶλλον ἀνδρὸς ἢ γυναικός, τὰ δὲ μᾶλλον γυναικὸς ἢ ἀνδρός. ἴδια μὲν ἀνδρὸς τὸ στραταγὲν καὶ πολιτεύεσθαι καὶ δαμαγορέν, ἴδια | |
10 | δὲ γυναικὸς τὸ οἰκουρὲν καὶ ἔνδον μένεν καὶ ἐκδέχεσθαι καὶ θεραπεύεν τὸν ἄνδρα. κοινὰ δὲ φαμὶ ἀνδρείαν καὶ δικαιοσύναν καὶ φρόνασιν· καὶ γὰρ τὰς τῶ σώματος ἀρετὰς ἔχεν πρέπον καὶ ἀνδρὶ καὶ γυναικὶ καὶ τᾶς ψυχᾶς ὁμοίως· καὶ ὡς ὑγιαίνεν τῷ σώματι ἀμφοτέροις ὠφέλιμον, οὕτως ὑγιαίνεν τᾷ ψυχᾷ· σώματος δὲ ἦμεν ἀρετὰς ὑγείαν ἰσχὺν εὐαισθη‐ | |
15 | σίαν κάλλος. τὰ δὲ μᾶλλον ἀνδρὶ καὶ ἀσκὲν καὶ ἔχεν οἰκεῖόν ἐντι, τὰ δὲ μᾶλλον γυναικί. ἀνδρότατα μὲν γὰρ καὶ φρόνασιν μᾶλλον ἀνδρὶ καὶ διὰ τὰν ἕξιν τοῦ σώματος καὶ διὰ τὰν δύναμιν τᾶς ψυχᾶς, σωφροσύναν δὲ γυναικί. διὸ δεῖ περὶ σωφροσύνας παιδευομέναν γνωρίζεν, ἐκ πόσων τινῶν καὶ ποίων τοῦτο τἀγαθὸν τᾷ γυναικὶ παραγίνεται. φαμὶ δὴ ἐκ | |
20 | πέντε τούτων· πρᾶτον μὲν ἐκ τᾶς περὶ τὰν εὐνὰν ὁσιότατός τε καὶ εὐσεβείας· δεύτερον δὲ ἐκ τῶ κόσμω τῶ περὶ τὸ σῶμα· τρίτον 〈δ’〉 ἐκ τῶν ἐξόδων τῶν ἐκ τᾶς ἰδίας οἰκίας· τέταρτον δ’ ἐκ τῶ μὴ χρέεσθαι τοῖς ὀργιασμοῖς καὶ ματρῳασμοῖς· πέμπτον δ’ ἐν τᾷ θυσίᾳ τᾷ πρὸς τὸ θεῖον εὐλαβέα ἦμεν καὶ μετρίαν. τούτων δὲ μέγιστον αἴτιον καὶ | |
25 | συνεκτικώτατον τᾶς σωφροσύνας τὸ περὶ τὰν εὐνὰν ἦμεν ἀδιάφθορον καὶ ἄμικτον θυραίω ἀνδρός. πρᾶτον μὲν γὰρ εἰς τοῦτο παρανομοῦσα ἀδικεῖ γενεθλίους θεούς, οἴκῳ καὶ συγγενείᾳ οὐ γνασίους ἐπικούρους | |
ἀλλὰ νόθους παρεχομένα· ἀδικεῖ δὲ τοὺς φύσει θεούς, οὕσπερ ἐπομόσασα | 152 | |
153 | μετὰ τῶν αὑτᾶς πατέρων τε καὶ συγγενῶν συνελεύσεσθαι ἐπὶ κοι‐ νωνίᾳ βίω καὶ τέκνων γενέσει τᾷ κατὰ νόμον· ἀδικεῖ δὲ καὶ τὰν αὑτᾶς πατρίδα, μὴ ἐμμένουσα τοῖς ἐνδιατεταγμένοις. ἔπειτα ἐπὶ τούτοις ἀμβλακίσκεν, ἐφ’ οἷς τὸ μέγιστον τῶν προστίμων ὥρισται θάνατος | |
5 | διὰ τὰν ὑπερβολὰν τοῦ ἀδικήματος, ἔκθεσμον καὶ ἀσυγγνωμονέστατον εἶμεν ἁδονᾶς ἕνεκεν ἁμαρτάνεν καὶ ὑβρίζεν· ὕβριος δὲ πάσας πέρας ὄλεθρος. Stob. 4.23.61a p. 591 He. (Mullach 2 p. 36) Ἐν ταὐτῷ. Κἀκεῖνο δὲ χρὴ διαλογίζεσθαι, ὡς οὐδὲν καθάρσιον εὑρήσει τᾶς ἀμπλακίας ταύτας | |
10 | ἄκος, ὥστε ὡς ἱερὰ θεῶν καὶ βωμὼς ποτερχομέναν εἶμεν ἁγνὰν καὶ θεοφιλάταν· ἐπὶ γὰρ ταύτᾳ τᾷ ἀδικίᾳ μάλιστα καὶ τὸ δαιμόνιον ἀσυγ‐ γνωμόνητον γίνεται. κάλλιστος δὲ κόσμος γυναικὸς ἐλευθέρας πρᾶτόν τε κῦδος τὸ διὰ τῶν αὐτᾶς τέκνων ἐπιμαρτύρασθαι τὰν σωφροσύναν τὰν ποτὶ τὸν ἄνδρα, αἴκα τὸν τύπον τᾶς ὁμοιότατος ἐπιφέρωντι τῶ | |
15 | κατασπείραντος αὐτὰ πατρός. καὶ περὶ μὲν εὐνᾶς οὕτως ἔχει· περὶ δὲ τοῦ κόσμου τοῦ περὶ τὸ σῶμα δοκεῖ μοι οὕτως. δεῖ λευχείμονα εἶναι καὶ ἁπλοικὰν καὶ ἀπερίσσευτον. ἐσσεῖται δὲ τοῦτο, αἴκα μὴ διαφανέεσσι μηδὲ διαποικίλοις μηδὲ ἀπὸ βόμβυκος ὑφασμένοις χρᾶται τοῖς περὶ τὸ σῶμα, ἀλλὰ μετρίοις καὶ λευκοχρωμάτοις· οὕτω γὰρ τὸ μᾶλλον | |
20 | κοσμεῖσθαι καὶ τρυφὴν καὶ καλλωπισμὸν φεύξεται, καὶ ζᾶλον οὐκ ἐμποιήσει μοχθηρὸν ταῖς ἄλλαις. χρυσὸν δὲ καὶ σμάραγδον ἁπλῶς μὴ περιτίθεσθαι· καὶ γὰρ πολυχρήματον καὶ ὑπεραφανίαν ἐμφαῖνον ποττὰς δαμοτικάς. δεῖ δὲ τὰν εὐνομουμέναν πόλιν, ὅλαν αὐτὰν δι’ ὅλας τεταγμέναν, συμπαθέα τε καὶ ὁμοιόνομον εἶμεν, ἀπερύκεν δὲ | |
25 | καὶ δαμιοεργὼς ἐκ τᾶς πόλιος τὼς ἐργαζομένως τὰ τοιαῦτα. χρώματι δὲ φαιδρύνεσθαι τὰν ποτῶπα μὴ ἐπακτῷ καὶ ἀλλοτρίῳ, τῷ δ’ οἰκῄῳ τῶ σώματος δι’ αὐτῶ τῶ ὕδατος ἀπολουοέμναν, κοσμὲν δὲ μᾶλλον | |
αὑτὰν αἰσχύνᾳ· καὶ γὰρ τὸν συμβιῶντα καὶ αὑτὰν ἔντιμον παρέξεται. | 153 | |
154 | τὰς δὲ ἐξόδους ἐκ τᾶς οἰκίας ποιεῖσθαι τὰς γυναῖκας τὰς δαμοτελέας θυηπολούσας τῷ ἀρχαγέτᾳ θεῷ τᾶς πόλιος ὑπὲρ αὑτᾶς καὶ τῶ ἀνδρὸς καὶ τῶ παντὸς οἴκω· ἔπειτα μήτε ὄρφνας ἀνισταμένας μήτε ἑσπέρας ἀλλὰ πλαθυούσας ἀγορᾶς καταφανέα γινομέναν τὰν ἔξοδον ποιεῖσθαι | |
5 | θεωρίας ἕνεκά τινος ἢ ἀγορασμῶ οἰκῄω μετὰ θεραπαίνας μιᾶς ἢ καττὸ πλεῖστον δύο εὐκόσμως χειραγωγουμέναν. τὰς δὲ θυσίας λιτὰς παρ‐ ιστάμεν τοῖς θεοῖς καὶ καττὰν δύναμιν, ὀργιασμῶν δὲ καὶ ματρῳασμῶν τῶν κατ’ οἶκον ἀπέχεσθαι. καὶ γὰρ ὁ κοινὸς νόμος ἀπερύκει τᾶς πόλιος ταῦ〈τα〉 τὰς γυναῖκας ἐπιτελέν, καὶ ἄλλως καὶ ὅτι μέθας καὶ ἐκστάσιας | |
10 | ψυχᾶς ἐπάγοντι ταὶ θρησκεύσιες αὗται· τὰν δ’ οἰκοδέσποιναν καὶ | |
προκαθεζομέναν οἴκω δεῖ σώφρονα καὶ ἀνέπαφον ποτὶ πάντα ἦμεν. | 154 |